(...) τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· (...) [Ἰωαν. 20,8] |
(...) Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ (...), (Κατὰ Μᾶρκον, 16.1-8)
(...) Now when the Sabbath was past, Mary Magdalene, Mary the mother of James, and Salome bought spices, that they might come and anoint Him. Very early in the morning, on the first day of the week, they came to the tomb when the sun had risen. And they said among themselves, “Who will roll away the stone from the door of the tomb for us?” But when they looked up, they saw that the stone had been rolled away –for it was very large. And entering the tomb, they saw a young man clothed in a long white robe sitting on the right side; and they were alarmed. But he said to them, “Do not be alarmed. You seek Jesus of Nazareth, who was crucified. He is risen! He is not here. See the place where they laid Him. But go, tell His disciples –and Peter- that He is going before you into Galilee; there you will see Him, as He said to you.” So they went out quickly and fled from the tomb, for they trembled and were amazed. And they said nothing to anyone, for they were afraid (...), (Mark, 16.1-8)
Τό φῶς τῆς Ἀνάστασης ἄς πλημμυρίσει τίς καρδιές μας, ἄς φωτίσει τά βήματά μας. Θερμές εὐχές γιά ὑγεία καί δημιουργία σ' ὅλους τούς συναδέλφους, τίς οἰκογένειές τους καί σ' ὅλο το κόσμο!
ΧΡΟΝΙΑ ΠΟΛΛΑ!
Χαρ. Ἀνδρεόπουλος,
Σύμβουλος Ἐκπαίδευσης Θεολόγων
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου